Ancient Greek
71
Proclus Phil., Institutio Theologica 71
Unproofread scanNot analysed yet
Πάντα τὰ ἐν τοῖς ἀρχηγοῖς αἰτίοις ὀλιγωτέραν καὶ ὑπερτέραν τάξιν ἔχοντα ἐν τοῖς ἀποτελέσμασι, κατὰ τὰς ἀπ’ αὐτῶν ἔλλαμψεις ὑποκείμενα πως γίνεται ταῖς τῶν μερικωτέρων μεταδόσεσι· καὶ αἱ μὲν ἀπὸ τῶν ἄνωτέρων ἔλλαμψεις ὑποδέχονται τὰς ἐκ τῶν δευτέρων προόδους. Ἐκεῖναι δὲ ἐπὶ τούτων ἐδράζονται. Καὶ οὕτω προηγούνται μεθέξεις ἄλλαι ἄλλων, καὶ ἐμφάσεις ἄλλαι ἐκ’ ἄλλαις ἄνωθεν εἰς τὸ αὐτὸ φοιτῶσιν ὑποκείμενον, τῶν ὀλιγωτέρων προενεργούντων, τῶν δὲ μερικωτέρων ἐπὶ ταῖς ἐκείνων ἐνεργείαις τὰς ἑαυτῶν μεταδόσεις χορηγούντων τοῖς μετέχουσιν. Εἰ γὰρ τὰ αἰτιώτερα πρὸ τῶν δευτέρων ἐνεργεῖ, διὰ περιουσίαν δυνάμεως καὶ τοῖς ἀτελεστέραν ἔχουσι τὴν ἐπιτηδειότητα παρόντα, καὶ ἔλαμποντα κάκεινοις· τὰ δὲ ὑφεῖμένα κατὰ τὴν τάξιν δεύτερα χορηγεῖται ἀπ’ αὐτῶν· δῆλον, ὡς αἱ τῶν ὑπερτέρων ἔλλαμψεις προκαταλαμβάνουσαι τὸ μετέχον ἀμφοτέρων, ἐπερείδουσι τὰς τῶν ὑφεῖμένων μεταδόσεις· αἱ δὲ ταῖς ἀπ’ ἐκείνων ἐμφάσεσιν ὑποβάθραις χρώνται, καὶ δρῶσιν εἰς τὸ μετέχον, προειργασμένων ἐκείνων.