Ancient Greek
72
Proclus Phil., Institutio Theologica 72
Unproofread scanNot analysed yet
Πάντα τὰ ἐν τοῖς μετέχουσιν ὑποκείμενον ἔχοντα λόγον ἐκ τελειοτέρων πρόεισι καὶ ὀλιγωτέρων αἰτίων. Τὰ γὰρ πλειόνων αἴτια δυνατώτερα ἐστὶ καὶ ὀλιγώτερα καὶ ἐγγυτέρω τοῦ ἑνός, ἢ τὰ τῶν ἐλασσόνων. Τὰ δὲ τῶν προϋποκειμένων ἄλλοις ὑποστατικά, πλειόνων αἴτια ἐστιν, ὑφιστάμενα καὶ τὰς ἰδιότητας πρὸ τῆς τῶν εἴδων παρουσίας. Ὀλιγώτερα ἄρα ταῦτα καὶ τελειότερα ἐστιν ἐν τοῖς αἰτίοις. Ἐκ δὴ τούτων φανερὸν, διότι ἡ μὲν ὕλη, ἐκ τοῦ ἑνὸς ὑποστάσα, καθ’ αὐτὴν εἴδους ἐστὶν ἄμοιρος. Τὸ δὲ σῶμα καθ’ αὐτό, εἰ καὶ τοῦ ὄντος μετέσχε, ψυχῆς ἀμέτοχόν ἐστιν· ἡ μὲν γὰρ ὕλη, ὑποκείμενον ὅσα πάντων, ἐκ τοῦ πάντων αἰτίου προῆλθε· τὸ δὲ σῶμα, ὑποκείμενον τῆς ψυχώσεως, ἐκ τοῦ ὀλιγωτέρου τῆς ψυχῆς ὑφέστηκε, τοῦ ὄντος ὁποσοῦν μετασχόν.