Ancient Greek
73
Proclus Phil., Institutio Theologica 73
Unproofread scanNot analysed yet
Πᾶν μὲν ὅλον ἅμα ὄν τί ἐστι, καὶ μετέχει τοῦ ὄντος, οὐ πᾶν δὲ ὃν ὅλον τυγχάνει ὄν· ἡ γὰρ ταυτό ἐστιν ὄν καὶ ὅλον, ἢ τὸ μὲν πρότερον, τὸ δὲ ὑστερον. Ἀλλ' εἰ καὶ τὸ μέρος, ἤ μέρος, ὄν μέν ἐστιν (ἐκ γὰρ τῶν μερῶν ὄντων ἐστὶ τὸ ὅλον), οὐ μέντοι καὶ ὅλον καθ' αὑτό. Οὐχ ἄρα ταυτόν ἐστιν ὄν καὶ ὅλον· εἴη γὰρ ἂν τὸ μέρος οὐχ ὄν. Εἰ δὲ τὸ μέρος οὐχ ὄν, οὔδὲ τὸ ὅλον ἐστὶ πᾶν. γὰρ ὅλον, μερῶν ἐστιν ὅλον, ἢ ὡς πρὸ αὐτῶν ὄν, ἢ ὡς ἐν αὐτοῖς. Μὴ ὄντος οὖν τοῦ μέρους, οὔδὲ τὸ ὅλον εἶναι δυνατόν. Εἰ δὲ τὸ ὅλον πρὸ τοῦ ὄντος, ἔσται πᾶν ὄν ὅλον εὐθὺς· οὐχ ἄρα ἔσται πάλιν τὸ μέρος. Ἄλλα ἀδύνατον· εἰ γὰρ τὸ ὅλον ἐστὶν ὅλον, μέρος ὄν ὅλον, καὶ τὸ μέρος ἔσται μέρος ὅλου, μέρος ὄν. Λείπεται ἄρα πᾶν μὲν εἶναι τὸ ὅλον ὄν, οὐ πᾶν δὲ τὸ ὄν ὅλον. Ἐκ δὴ τούτων φανερὸν, ὅτι τὸ πρῶτον ὄν ἐπέκεινα τῆς ὁλότητός ἐστιν· εἴπερ τὸ μὲν πλείοσι πάρεστι, τὸ δὲ οὐ· καὶ γὰρ τοῖς μέρεσιν, ἤ μέρη, τὸ εἶναι ὑπάρχει· τὸ δὲ ἐλάττοσι. τὸ γὰρ πλειόνων αἴτιον, χρείασον· τὸ δὲ ἐλασσόνων, καταδεέστερον, ὡς δέδεικται.