Ancient Greek
82
Proclus Phil., Institutio Theologica 82
Unproofread scanNot analysed yet
Πᾶν ἀσώματον, πρὸς ἑαυτὸ ἐπιστρεπτόν ὅν, ὑπ’ ἄλλων μετεχόμενον, χωριστῶς μετέχεται· εἰ γὰρ ἀχωρίστως, ἢ ἐνέργεια αὐτοῦ οὐκ ἔσται χωριστὴ τοῦ μετέχοντος, ὥσπερ οὔδ’ ἡ οὐσία. Εἰ δὲ τοῦτο, οὐκ ἐπιστρέψει πρὸς ἑαυτό. Ἐπιστρέψαν γὰρ ἐστὶ τοῦ μετέχοντος χωρίς, ἄλλου ὄντος τὸ αὐτὸ ἄλλο ὄν. Ἄρα δύναται πρὸς ἑαυτὸ ἐπιστρέφειν, χωριστῶς μετεχόμενον, ὅταν μετέχηται ὑπ’ ἄλλων.