Ancient Greek
83
Proclus Phil., Institutio Theologica 83
Unproofread scanNot analysed yet
Πᾶν τὸ ἐχυτοῦ γνωστικόν, πρὸς ἑαυτὸ πάντως ἐπιστρεπτικόν ἐστιν· ὅτι μὲν γὰρ τῇ ἐνεργείᾳ πρὸς ἑαυτόν πιστρέφει, γινῶσχοι ἑαυτό, δῆλον· ἐν γάρ ἐστι τὸ γινῶσχοι, καὶ τὸ γνωσχόμενον. Καὶ ἡ γνώσις ἑαυτοῦ πρὸς ἑαυτὸ ὡς γνωστόν· ὡς μὲν γινώσχοντος, ἐνέργεια τις οὖσα. Αὐτοῦ δὲ πρὸς αὐτό, διότι ἑαυτοῦ γνωστικόν ἐστιν· ἀλλὰ μὴν ὅτι καὶ τῇ οὐσία, εἰ τῇ ἐνεργείᾳ, δέχεται. Πάν γὰρ τὸ τῷ ἐνεργεῖν πρὸς ἑαυτὸ ἐπιστρεπτικὸν καὶ οὐσίαν ἔχει πρὸς ἑαυτὴν συννεύουσαν, καὶ ἐν ἑαυτῇ οὖσαν.