Ancient Greek
85
Proclus Phil., Institutio Theologica 85
Unproofread scanNot analysed yet
Πάν τὸ ἀεὶ γινόμενον ἀπειρον τοῦ γίνεσθαι δύναμιν ἔχει· εἰ γὰρ ἀεὶ γίνεται, ἀνέκλειπτός ἐστιν ἡ τῆς γενέσεως ἐν αὐτῷ δύναμις. Πεπερασμένη γὰρ οὖσα ἐν τῷ ἀπείρῳ χρόνῳ παύεται· παυσάμενης δὲ τῆς τοῦ γίνεσθαι δυνάμεως παύσαιτο ἂν καὶ τὸ γινόμενον κατ’ αὐτὴν γινόμενον, καὶ οὐκέτ’ ἂν ἀεὶ γινόμενον εἴη. Ἀλλὰ μὴν ἀεὶ ὑπόκειται γινόμενον· ἀπειρον ἄρα ἔχει τὴν τοῦ γίνεσθαι δύναμιν.