Ancient Greek
84
Proclus Phil., Institutio Theologica 84
Unproofread scanNot analysed yet
Πάν τὸ ἀεὶ ὂν ἀπειροδύναμόν ἐστιν· εἰ γὰρ ἀνέκλειπτός ἐστιν αὐτῆς ἡ ὑπόστασις καὶ ἡ δύναμις, καθ’ ἣν ἐστιν, ὁ ἐστι καὶ εἶναι δύναται, ἀπειρὸς ἐστι. Πεπερασμένη γὰρ οὖσα ἡ κατὰ τὸ εἶναι δύναμις, ἀπολίποι ἂν ποτε· ἀπολιποῦσα δέ, καὶ τὸ εἶναι τοῦ ἔχοντος αὐτὴν ἀπολίποι καὶ οὐκέτ’ ἂν ἀεὶ ὂν ὑπάρχοι. Δεῖ ἄρα τὴν τοῦ ὄντος ἀεὶ δύναμιν τὴν συνέχουσαν αὐτὸ κατὰ τὴν οὐσίαν ἀπειρον εἶναι.