Ancient Greek
87
Proclus Phil., Institutio Theologica 87
Unproofread scanNot analysed yet
Πάν μὲν τὸ αἰώνιον ὅν ἐστιν, οὐ πᾶν δὲ τὸ ὂν αἰώνιον. Καὶ γὰρ τοῖς γεννητοῖς ὑπάρχει πως τοῦ ὄντος μέθεξις, καθ’ ὅσον οὐκ ἔστι ταῦτα τὸ μηδαμῶς ὂν· εἰ δὲ μή ἐστι τὸ γινόμενον οὐδαμῶς ὂν ,ἔστι πως ὂν. Τὸ δὲ αἰώνιον οὐδαμῇ τοῖς γεννητοῖς ὑπάρχει, καὶ μᾶλισθ’ ὅσα μηδὲ τῆς κατὰ χρόνον τὸν ὅλον ἀξιοιότητος μετεῖληφεν. Ἄλλὰ μὴν πᾶν τὸ αἰώνιον ἀεὶ ἐστίν. Μετεχεὶ γὰρ αἰῶνος, ὃς τὸ ἀεὶ τι εἶναι δίδωσιν, ὅφ’ ὧν ἂν μετέχηται. Τὸ ἄρα ὂν ὑπὸ πλειόνων μετέχει, ἢ ὁ αἰών. Ἐπέκεινα ἄρα τοῦ αἰῶνος τὸ ὂν· οὗ μὲν γὰρ τοῦ αἰῶνος μέτεστι, καὶ τοῦ ὄντος· οὗς δὲ τοῦ ὄντος, οὐ πᾶσι καὶ αἰῶνος.