Ancient Greek
88
Proclus Phil., Institutio Theologica 88
Unproofread scanNot analysed yet
Πάν τὸ ὄντως ὂν ἢ πρὸ αἰῶνός ἐστιν, ἢ ἐν τῷ αἰῶνι, ἢ μετέχον αἰῶνος. Ὅτι μὲν γὰρ ἐστὶ πρὸ αἰῶνος, δέδεικται. Ἄλλὰ μὴν καὶ ἐν τῷ αἰῶνι· ὁ γὰρ αἰὼν τὸ ἀεὶ μετὰ τοῦ ὄντος ἔχει καὶ τὸ μετέχον αἰῶνος· τὸ γὰρ αἰώνιον πᾶν μεθέξει καὶ τοῦ ἀεὶ καὶ τοῦ ὄντος. Τοῦτο μὲν κατὰ μέθεξιν ἄμφω ἔχει, καὶ τὸ ἀεὶ καὶ τὸ ὂν· ὁ δὲ αἰὼν τὸ μὲν ἀεὶ πρώτως, τὸ δὲ ὂν κατὰ μέθεξιν· τὸ δὲ ὂν αὐτὸ πρώτως ὂν ἐστιν.