Ancient Greek
629.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 629.2
Unproofread scanNot analysed yet
ζ’ Τῷ αὐτῷ. Ἡ μὲν λυποῦσα διὰ τὴν σιγὴν ὥρα καὶ δὴ πέρας ἔχει καὶ πέπτευται, ἐγὼ δὲ τοι μέγα φρονεῖν ἐθέλων ἐλπίδι γραμμάτων τῶν παρὰ σοῦ, ἐμαυτοῦ τε γίνομαι καὶ μνήμην λογιδάνων τῶν παρελθόντων· ὅσον γὰρ τοῦτὶ σοὶ σωπῶντι· τὸ πᾶν ἡμῖν ἔτος ἐστὶ χειμῶν. μᾶλλον δὲ καὶ ποθεινότερον ἡμῖν τὸν ὄντως χειμῶνα ποιεῖς, ὅσον ἐν ἐκείνῳ μὲν φέρει παραμυθίαν τὸ τὴν σιγὴν ἀναφέρειν τῇ τῆς ὥρας ἀνάγκῃ, τοῦ δὲ θέρους λείπεται ἡμῖν δακρύειν ὅτι μηδεὶς παρὰ σοὶ λόγος τῶν ἐραστών· τὸ γὰρ ἀπεῖναι μὲν τὴν ἀνάγκην, σὲ δὲ πάλιν σιγᾶν, ἡμῖν τοῦ καταφρονεῖσθαι παρίσταται δόξαν. ἀλλ’ ὦ πάντες Ἑρωτες, εἰς πείραν ἄγετε τούτων τῶν ἡμετέρων, ὅπως αἰσθῆσιν λάβῃ ποτέ, δεινὸν ὅσον ὑπῆρχεν ἐραστῆς παροριώμενος.