Ancient Greek
629.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 629.4
Unproofread scanNot analysed yet
η’ Ζαχαρία. Λύσον ἡμῖν μετὰ τοῦ χειμῶνος τὴν σιωπὴν· ἀμφότερα μὲν γὰρ ἐπαχθῆ· εἰ δὲ ἤν διὰ παντὸς σοῦ λαλοῦντος· ἀκούειν, καὶ χειμῶν ἂν ἡμᾶς οὐδὲν ἐλύπει τοσοῦτον. ἀλλὰ γὰρ ὅλῳ δεύματι τὴν σὴν ἡμῖν ἐπάρεις πηγὴν. νικᾷ γὰρ αὐτὴ παρ’ ἐμοὶ τὴν ἐκ τοῦ ἔαρος ἡδονὴν, εἰ καὶ νέον ἐν τούτῳ τὸ φῶς, εἰ καὶ γελιδόνες ἐν τούτῳ πληροῦσι τὰς ἀκοὰς τῆς ψυχῆς, ἐμοὶ δοκεῖν ὑμνοῦσαι τὴν ὥραν, καὶ τὰ ῥόδα τῆς κάλλυκος ἀναδύντα μέσην τινὰ καὶ κεχραμένην παρέχει τὴν θέαν καὶ εἰς μνήμην ἄγει διηγημάτων ἀρχαίων, ὡς τὴν Ἀδωνιν καλὸς καὶ Ἀφροδίτη τούτων ἐχῆτει, καὶ ἡ τεκοῦσα τοὺς Ἑρωτας οὐκ οἶδ’ ὅπως ἐρᾶν ἐπαιδεύετο, τῶν δὲ παιδικῶν ἀποτυγοῦσα πληττεταὶ τε τὸν πόδα καὶ φαίνει τὸ ῥόδον. ἀλλ’ ἡμῶν ἐρώντων ὡς πρὸς τὴν σὴν φωνὴν μικρὰ ταῦτα νομίζεται.