Ancient Greek
630.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 630.2
Unproofread scanNot analysed yet
ι’. Φιλίππῳ ἀδελφῷ. Πάλιν γράμματα παρ’ ὑμῶν καὶ πάλιν τῶν σωπόντων ὑμεῖς. καὶ δέδοικα μὴ καὶ φιλαρίαν ἡμῶν τινὰ καταγνῶς· παντελῶς γὰρ σιγῶν καὶ τοὺς ὁπωσοῦν λαλούντας φλυαροὺς εἶναι δοκεῖς. εἰ δὲ σὺ τοὺς φίλους ἀπὸν παρορᾷς, πᾶσι τοῖς ἀποῦσι λείπεται τὸ σιγᾶν. οὐκοῦν γενοῦ πάλιν ἐκεῖνος καὶ φθέγγου πρὸς ἡμᾶς· οἱ γὰρ ἀγαθοὶ μὴ τὸ προστῆκον ποιούντες παράδειγμα πρόκειται τοῖς πλημμελεῖν βουλομένοις. σὲ δ’ ἂν βουλοίμην καὶ γνώρισμα φέρειν ἀνδρὸς μηδ’ ἂν εἰ τι γένοιτο τῶν προστῆκόντων ὑπερορῶντος. πρὸς δὲ τὴν χρείαν τὴν ὑμῖν γραφεῖσαν οὕτω σπουδαίους ἐαυτοὺς ἐπιδείξατε, ὡς ἡμῖν ταύτῃ ἀνύοντες. ὧννῦ γὰρ εἰπεῖν ὡς καὶ πλεῖονα τὴν προθυμίαν γενέσθαι βούλομαι παρ’ ὑμῶν. ἀντὶ γὰρ πλείστων χαρίτων μίαν ταύτην ἐκτίνομεν τῷ δεομένῳ τῆς χρείας.