Ancient Greek
630.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 630.4
Unproofread scanNot analysed yet
ια’. Στρατηγῷ καὶ Γλασίων. Πάλιν ὑμῖν ἐκ τῶν ἀμπέλων ἰχθὺς, καὶ ἀγροὶ τὰ τῆς θαλάττης, ὡς δοκε, χορηγοῦσι, καὶ ἄμα χωρία καὶ θάλατταν ὑμῖν ὑπάρχει τρυγᾶν καὶ πῇ μὲν βότρυς λαμβάνειν πῇ δὲ πάλιν ἰχθὺς. καὶ δοκεν ἡ θάλαττα τοὺς ὑμετέρους τρόπους μιμεῖσθαι· ὑμεῖς τε γὰρ προθύμως χορηγεῖτε, κάκεινη πρὸς τὴν ὑμετέραν ὀπουργεῖν ἐθέλει φιλοτιμίαν. ἡ δὲ παρ’ ἡμῖν θάλαττα ἴσα καὶ ἠπειρώτας ἡμᾶς ἀπεργάζεται, πλὴν ὅτι παρέχει τὰ κύματα καὶ χορηγεῖ τὴν ἐξ αὐτῆς ἀπειλὴν ἰχθύων χωρὶς.