Ancient Greek
631.1
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 631.1
Unproofread scanNot analysed yet
ιγ'. Εὐσέφῳ. Εἰ τοὺς ποθοῦντας καὶ μία γράφει ἡμέρα ποιεῖ, ἐξ ὧν με χρόνῳ γεγηρακέναι δοκεῖς οὕτω μὲν σου βληθέντα τῷ πόθῳ (τίς γὰρ πειράσεις οὐκ ἐρών ἀπαλλάττεσθαι;) ,τοσοῦτον δὲ χρόνον ἐστερημένον τῆς ὄψεως; ἀλλ' εἰ γε ποιῶν τοῖς γραμμασιν ἐπικουρίζεις τὰ δυσχερῆ, τοὺς σοφοὺς ζηλῶσας τῶν ἰατρῶν, οἱ μὴ θεραπεύειν ἔχοντες μόνον παραμυθοῦνται τὸ πάθος. τοιοῦτος ἡμῖν γέγονας ἀντὶ σαυτοῦ παρέχων τὰ γράμματα. καὶ νῦν τοὺς σφοδροὺς μιμοῦμαι τῶν ἐραστών καὶ διὰ τῆς εἰκόνος παραμυθούμαι τὸν ἔρωτα. τῷ δὲ καλῷ Μεγάλῳ σὲ μὲν φύσις, ἐμὲ δὲ τέχνη πατέρα ποιεῖ, ὥστε δι' ἐμοῦ παρεῖναι νομίζει τὸ παιδίον, εἰ δὲ τι παραλείψω, τοῦτο νομίζει μηδὲ δύνασθαι με ποιεῖν, καὶ μέμφεται τὴν τύχην μὴ καὶ πάντα δυνάμενον, ἵνα σοι χαρίσωμαι τοσοῦτον ὅσον καὶ βούλομαι. ἀλλ' ὦ θεοί, μὴ διαμάρτωμεν ἀμφὼ τῆς ἐλπίδος, ἣν ἐπὶ τῷ παιδὶ πεποιήμεθα.