Ancient Greek
630.6
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 630.6
Unproofread scanNot analysed yet
ιβ’. Ἰωάννη. Ὁ λογιώτατος Διόδωρος λύσις ἡμῖν ἐστω τῆς πρὸς ἀλλήλους σιγῆς, καὶ σὲ γράφειν ἀπαιτῶν καὶ τὰ παρ’ ἡμῶν σοι διδούς. φίλος μὲν γὰρ οὗτος ἐμός, ἥδη δὲ πρὶν ἰδεῖν καὶ σὸς ἐτύγχανεν ἐραστὴς· οἱ γὰρ ἐξ ἡμῶν λόγοι τὰ περὶ σοῦ διηγήμενοι καὶ πρὸ τῆς θέας ἐπόθουν τὸν ἔρωτα. ὁ γὰρ ἀνὴρ ἐρωτικὸς ἐστι τῶν καλῶν καὶ πολυπραγμονεῖ τοὺς χρηστοὺς, ὥσπερ δεδιώς μὴ ποτὲ τις τοιούτος ἄν διαλάβῃ. καὶ τί σοι τὰ περὶ τούτου λέγειν με δεῖ; πάντως γὰρ τῇ πείρᾳ τοῦτον μαθὼν ἐλάττον νομίσεις τὸν ἔπαινον καὶ ἀσθενῆ με καλέσεις ρήτορα, ὡς οὐδὲ τὰ προστῆκοντα λέγειν δυνάμενον.