Ancient Greek
634.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 634.2
Unproofread scanNot analysed yet
κζ. Θωμᾶ. Τῶν ἀγαθῶν ἀνδρῶν εὐφραίνειν οἶδε καὶ χωρὶς θέας ἢ μνήμην, καὶ τότε μᾶλλον, ἵνιχα τοὺς πειραθέντας ὅλου πληρώσαντες ἔρωτος μικρὴτι παύσωι χορῆγοντες ἀεὶ τῇ θέᾳ τὴν ὁρῶν. τότε γὰρ ἀποροῦντες οἵτινες γέγονται τὸν πόθον ἔχουσιν ἀντὶ τῆς θέας ἀεὶ χορηγοῦντα τὴν μνήμην· ἑαυτοῖς γὰρ ἀνατυποῦσι τοὺς ἀπελθόντας καὶ παρόντων σοφίζονται μίμημα. ταῦτα γνωμολογῶ τοιούτῳ πάθει περιπεσών, ἐξ οὗ καὶ πειραθεὶς ἐθαύμασα καὶ μὴ παρόντα πάλιν ζῆτῶ, καὶ τὴν τύχην προσεύχομαι μηχανάσθαι τι καινὸν καὶ συνάγειν ποτὲ τοὺς τοσοῦτον ἀλλήλων ἀπέγοντας ἐραστάς.