Ancient Greek
634.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 634.4
Unproofread scanNot analysed yet
κζ. Κάστορι. Τῷ φέροντι τὴν ἐπιστολὴν πολλὰ παρὰ σοῦ τὴν εὐνοιαν ἀπαιτεῖ, γένος συνάπτον ἑμοί, γάμος τὴν οἰκειότητα βεβαιῶν, καὶ τὸ δὴ μέγιστον ἡμέτερα γράμματα. καὶ οὐχ ἀλαζονείας ὁ λόγος, θαρροῦντος δὲ μᾶλλον, ὡς τάμὰ μικρὰ μὲν τῇ φύσει, μεγάλα δὲ δύναται παρὰ σοί. δεῖται δὲ γλώττης δικαίας καὶ λόγων εὐροίας σέσσει δυναμὲνς συκοφανταν. οὐδα τοινὺν ὡς τῆς ἑμῆς ἐλπίδος κρείττων γενήσῃ· φιλοτιμεῖ γὰρ ἀεὶ μεῖζον εἰς πείραν ἐλθεῖν ὧν ἂν τις ἐλπίσῃ παρὰ σοῦ. σὸν δ’ ἂν εἴη λοιπὸν ἢ τὴν ἐμὴν ἐλπίδα νικῆσαι τοῖς ἔργοις· ἢ μὴ ταύτης ἐλάττω δεῖξαι τὰ πράγματα.