Ancient Greek
635.7 to 636.1
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 635.7-636.1
Unproofread scanNot analysed yet
κζ'. Πλασίων. Τὸ παρ' ὑμῖν χωρίον καρποὺς μὲν τίκτειν ἔοικεν ἀγαθούς, ἀντικεισθαι δὲ μόνους τοῖς σώμασι· τοὺς μὲν γὰρ θαῦμα τοῖς ὁρῶσι παρέχει καὶ τὴν τῆς ὥρας βιάζεται φύσιν, τὰ δὲ λαβὸν ἐρωμένα μικρὸν ὑστερον ἀπέδωκεν ὠχριῶντα. ὅθεν οὐκ ἂν ἐλοίμην ὀλίγων χαρπῶν ἀπολαύσας νοσεῖν καὶ τὴν αἰτίαν ἐρωτώμενος αἰσχύνεσθαι καὶ σιγᾶν, ὅ δὲ ποιεῖν εἴωθας σιγῇ τὰ χωρία κοσμῶν. σὲ δὲ βούλομαι καὶ πλείστων ἀγαθῶν ἀπολαύειν καὶ τῇ τοῦ σώματος ῥώσει τὴν τοῦ χωρίου φύσιν νικᾶν.