Ancient Greek
635.5
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 635.5
Unproofread scanNot analysed yet
κϛ'. Ἱερωνύμῳ. Πάλιν Αἴγυπτος καὶ τρυφή, καὶ πένντες ἡμεῖς παρὰ σοὶ καὶ λόγος ἀπόντων οὐδείς. οὐδὲν τοῦτο πράγμαγελᾶ μόνον χρυσῷ ρέοντα τὸν Νεῖλον ὁρῶν. κἂν ἐτι μᾶλλον τὴν ὀφρὺν ἀνασπάσης, οἴσομεν πάντως ὑπερορώμενοι. ἔσσεταί γὰρ ἡμαρ, ὅτε πάλιν ὀβει τὴν Ἐλώσαν, καὶ δακρύσεις ψάμμον μεθισταμένην τοῖς πνεύμασι καὶ γυμνοῦσαν εἰς βίζας τὴν ἀμπελον. ἔνθα καὶ νύμφαι ξέναι τινὲς καὶ θαλάττιαι καὶ Ζεὺς ὕετος οὐδαμοῦ. τότε γελάσω μὲν ἐγὼ καὶ κομιδήσω τὴν τύχην, σὺ δὲ νομίζεις εὐδαίμονα τὸν νῦν ἀπερριμμένον ἐμέ. πλὴν ἐν ὅσῳ σοὶ δίδωσιν ὁ Νεῖλος τρυφᾶν, γράφε μόνον καὶ κάλει σμικροὺς ἡμᾶς καὶ χαμαὶ τινὰς ἔργομένους· οὕτω γὰρ καὶ σοὺ γράφοντος ἀπολαύσομεν καὶ τὴν σὴν ἀλαζονείαν τῇ τοῦ μέλλοντος ἐλπίδι παραμυθησόμεθα.