Ancient Greek
636.3
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 636.3
Unproofread scanNot analysed yet
Τῆς περὶ ἡμᾶς εὐνοίας γλυκύ σου καθέστηκε καὶ τὸ σύμβολον, καὶ μιμεῖται τὴν γνώμην τὸ δῶρον τῷ μέλιτι συμπλεχόμενον. λόγῳν γὰρ γενόμενος ἐραστὴς καὶ τούτων ἐμφορηθεὶς ἔγνωσ ὡς μέγα δή τι χρῆμα φιλία συμποιοῦσα τῷ χρόνῳ καὶ μὴ τῇ διαστάσει δεχομένη τὴν λῆψιν. ὅθεν σε καὶ πρὶν ἐπαινῶν νῦν ἐτι πλέον τεθαύμακα, ὅτι καὶ μὴ παρὼν καθέστηκας παραπλήσιος. ἀλλὰ μοι πρᾶττε καλῶς καὶ τῶν νόμων ἐμποροῦ καὶ γένοιτο δή θάττον, ἵνα τι καὶ λέξω ποιητικόν,