Ancient Greek
636.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 636.4
Unproofread scanNot analysed yet
patri τε σφ μέγα χάριμα πόλιν· τε παντὶ τε δήμῳ. Ἡσθην δεξάμενος τὴν ὑμετέραν ἐπιστολὴν, ὃν ἡδόμην δει τῇ μνήμῃ λαβών, τοῦτον διὰ τῶν γραμμάτων θεάμενος, εἰ γε τῆς ψυχῆς ὄντως εἰκόνες οἱ λόγοι. καὶ εἰ μοι δίδως εἰπεῖν μειζῶν ἢ κατ' ἑμαυτὸν ἐδόκουν γενέσθαι, σκοπῶν ὡς με φίλων ἐγκαταλέγεις χορῷ καὶ λόγος ἐμοῦ παρὰ σοὶ καὶ γραμμάτων ἄρχεις προκαλουμένων τὰ παραπλήσια. δι' ὧν δὲ με θαυμαζειν ἐδόκεις, σαυτὸν ὁρᾶν παρεῖχες τοῖς γράμμασι, δι' ἐμοῦ μέσου τὰ σαυτοῦ διηγούμενος. ὥστε με μειδιῶντα λέγειν πρὸς ἑμαυτόν, «ὡς ἀληθῶς οἱ λόγοι, νὴ τοὺς θεούς, εἰ περὶ τοῦ γεγραφότος ἐλέγοντο. »νυνὶ δὲ λέγων ἐλάνθανες οὐχ ὅσος ἐγώ, ἀλλ' ὅσον εἶναι με δεῖ