Ancient Greek
637.3
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 637.3
Unproofread scanNot analysed yet
λα' Παχρατίῳ. Οἱ τὰς Σειρήνας ποτε παραπλέοντες καὶ τὰ μέλη ταῖς ἀκοαῖς ἀρωμένοι οὐ πατρίδας ἐπόθουν, οὐ παίδων ἀνεμνημόνουντο, πάντα δὲ πάτχειν αὐτοῖς ἐδόκει καλὸν ἢ τούτων ἀπαίρειν, ὧν τῆς ἡδονῆς ἐπειράθησαν. ἡμεῖς δὲ τῆς σῆς μούσης ἀκρω φασὶ δακτύλῳ γευσάμενοι οὕτως ὅλῳ πόθῳ πρὸς αὐτὴν ἐδραχέυσασμεν, ὡς μηδὲ μικρὸν ἀπεῖναι ταύτης αἰρεῖσθαι, χὰν ἀνάγκη διεστάναι τοῖς σώμασιν. ἀναγομένοις δὲ ἡμῖν τῇ διανοίᾳ συνανηγόρευθα καὶ τὴν Ἀλεξάνδρου νῦν οἰκοῦμεν, τὸ σὺν ἡμῖν εἶναι τῇ φαντασίᾳ πλαττόμενοι. τοιαύτην μοι γνώμην ἐναποτίκτουσιν Ἑρωτες. χὰν πρὸς ὀλίγον ἀνενεγκὼν ἐν ἐμαυτῷ πάλιν γένωμαι, τοῖς σοῖς ἐπενεργωθὼ διηγήμασι, καὶ πάντες ἀνὰ μέρος τὰ ὑμέτερα μνημονεύουσιν, ὁ μὲν τοῦ λόγου τὸ ἤμερον, δ δὲ τῶν τρόπων τὸ σεμνόν, ἄλλοι γλυκύν προσωνόμασαν, ὁ δὲ τῆς γνώμης λέγει τὸ μέτριον, ὁ δὲ σε φέρειν ἐπὶ τῆς γλυότητος εἶπε τὰς Μούσας, καὶ πᾶς τις φιλονεῖται φθᾶσαι τοὺς ἄλλους μόνος τὰ σὰ διηγούμενος. σὺ δὲ γράφε τὴν ἀπουσίαν θεραπεύων τοῖς γράμμασι καὶ τὸν φέροντα τὴν ἐπιστολὴν ἡδέως ἰδεῖν καταξίωσον.