Ancient Greek
637.5
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 637.5
Unproofread scanNot analysed yet
ιβ' Νηφαλίῳ. Ὅσον ἡμῖν πάλαι τὸν θυμὸν ἐπαφήκας τοῖς γράμμασι, τοσοῦτον νῦν χρηστότητι τὰς ἡμετέρας ἐλπίδας ἐνίχισας. τὸ γὰρ διορθοῦσθαι τὰ φθάσαντα καὶ παραμυθεῖσθαι τὸν εἰς φιλίαν ἀδικεῖσθαι πειθόμενον πῶς οὐ σοροῦ τὴν γνώμην ἀνδρὸς καὶ τὸ λυποῦν θεραπεύειν εἰδότος; ἐν με μόνον τῶν ὑμετέρων ἡνίασεν, εἰ τοσοῦτον ἐμὲ πεπονθέναι δοκεῖς, ὡς καὶ δώρων δεῖσθαι μεταβαλλόντων τὴν γνώμην, ὡς που καὶ Ἀγαμέμνων τὸν Θετταλὸν στρατιώτην. πλὴν καὶ τὰ δῶρα δέχομαι προθύμως, οὐ ταῦτα ζηλώσας μᾶλλον ἢ τὴν τοῦ πεπωφότος προαίρεσιν. ὁ δὲ φέρων τὴν ἐπιστολὴν τῆς ὑμετέρας εὐνοίας δεόμενος τυγχάνετω ταύτης ἐν οἷς αἰτῶν οὐ λυπεῖ.