Ancient Greek
638.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 638.2
Unproofread scanNot analysed yet
ld. Διοδώρῳ. Τοῖς ἡμετέροις γράμμασιν ἐντυχὼν παλαιὰς εὐδαιμονίας ἀρχιζῶν εἰς μνήμην, τὸν Νείλον ἐκεῖνον καὶ τὴν παρ’ αὐτῷ τῆς ἡμετέρας θέας ἀπόλαυσιν τῇ διανοίᾳ τυποῦμενος, καὶ μοι δακρύειν ἐπήλθε τὴν τῆς τύχης ῥοπὴν ὡς ἄνω καὶ κάτω στρεφομένην. νῦν μὲν συνάγει τοὺς ἀνθρώπους ὡς οὐκ ἂν τις ἐλπίσεις, νῦν δὲ πάλιν διίστησιν οὓς παρ’ ἐλπίδα συνέγαγεν. ἀλλὰ σοφὸν τι πρὸς αὐτὴν ἐμηχανήσαντο φάρμακον, ἐπιστολαῖς ἀνακοινούντες τὸν πόθον καὶ τὴν παρουσίαν τρόπον τινὰ τοῖς γράμμασι μηχανώμενοι.