Ancient Greek
638.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 638.4
Unproofread scanNot analysed yet
le. Τῷ αὐτῷ. Τοῖς περὶ φιλίαν ἐσπουδακόσιν ἀρχεῖν ἡγοῦμαι τὴν εὐνοιαν καὶ τὸ ταῖς τῶν συνήθων χρείαις ὑπουργεῖν ἐτοιμότερον, τὸ δὲ καὶ προσαναλίσκειν οἴκοθεν οὐτ’ ἀλλως δίκαιον οὔτε τῷ δεξαμένῳ τὴν χάριν καλόν· ὁ γὰρ ἅπαξ ζημιωθείς περὶ δευτέραν χρείαν καθέστηκεν ὀκνηρότερος. ὅπερ εἰ καὶ μὴ πάθοιτε νόμῳ φιλίας ἀεὶ βεβαιοῦμενοι, ἀλλ’ οὖν ἐγὼ τοῦ γράφειν ὑπὲρ τῶν δοκούντων ὑπ’ αἰδοῦς ἀνακόπτομαι. ὅθεν εἰ με· βούλεσθε τῇ πρὸς ἡμᾶς παρασχῆσι χαίρειν ἀεὶ, οὐκ ὀκνήσετε χρέος λαβεῖν ὀφειλόμενον.