Ancient Greek
641.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 641.2
Unproofread scanNot analysed yet
μβ'. Κυριακῷ. Τὰ μὲν σὰ δῶρα τοιαῦτα, τὰ δὲ ἡμέτερα κἂν αὐτὸς ἐπαινέσεις οὕτω τῇ γαστρὶ χαριζόμενος. λίγος γὰρ τις ὤν καὶ τὸ γαστρίζεσθαι μελέτην πεποιημένος καὶ βρώμασι τὴν εὐδαιμονίαν μετρῶν, εἰ ποῦ τι θηράσας ἥδύ, προτείνεις εὐθέως τὴν γλῶτταν, καθάπερ τις Αἴας τὴν μεγάλην ἀσπίδα. καὶ μάρτυς ὁ καιρός, ἐν ᾧ πλακοῦντα παρ' ἑτέρων ὑφῆρπασας, ὅλον εὐθὺς παραπέμψας τῷ στόματι.