Ancient Greek
641.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 641.4
Unproofread scanNot analysed yet
μγ'. Παγχρατίῳ. Οὕτω παρορᾷς τοὺς ποθοῦντας; οὕτω τῆς γλώττης ἐπέχεις τὰ νάματα; ἀλλ' ἐμοὶ καὶ διαγράφει τὴν ἡμετέραν θέαν ὁ πόθος, καὶ νῦν ἔγνων ἀνειροπολεῖν ἐγρηγορὸς τοῦ σώματος. ἀλλὰ δίδου σαυτὸν μέχρι γοῦν γραμμάτων ἡμῖν· τοῖς γὰρ ποθοῦσι παραμυθία τὸ καὶ σμικρὸν τι σύμβολον τῶν ἐρωμένων ἰδεῖν. μέμνησο δὲ καὶ τῶν λόγων ἐκείνων, ἐν οἷς ὁποσχέσεις ἦσαν ἡ θάττον ἐλθεῖν ὡς ἡμᾶς ἢ γράμμασι πυκνοῖς ἀνεπαίσθητον τὴν ἀπουσίαν ποιεῖν. νυνὶ δὲ κινδυνεύω γράφεσθαί σε παρὰ ταῖς Μούσαις, ὡς ὁ σοφὸς Παγχράτιος, δεῖνός ἢν λέγειν ἂ μὴ ποιεῖν ἐλογίζετο.