Ancient Greek
641.6
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 641.6
Unproofread scanNot analysed yet
μδ'. Σωζομένῳ. Οὐ τὴν τυχούσῃν ἡμῖν ἡδονὴν ἐνεποίησεν ὁ σοφὸς Καισάρεως τὴν σὴν σπουδὴν ἀφηγοῦμενος· οἷα γὰρ χρηστὸς ἀνὴρ καὶ τοῖς λόγοις συντεθραμμένος ἀνετίθενον ἡμῖν καὶ καθαρὸν ἐδίδου τὸν ἔπαινον, μειδιῶν τε ἄμα καὶ συνιδόμενος ἐμοὶ τῆς γονῆς. ἐγὼ δὲ σὲ μὲν ἐμακάρισα τῶν ἐπαίνων, ἐκεῖνον δὲ τῆς πραείας, ἐμαυτὸν δὲ τῆς τύχης, εἰ τοὺς παρ' ἡμᾶς φοιτῶντας εὐδοκμεῖν ἀνὴρ ἀγαθὸς ἐμαρτύρησεν. ἀλλ' ἐπιδίδου πρὸς ἀρετὴν τῇ σωφροσύνῃ κοσμούμενος καὶ μειζόνων ἐπαίνων ὑποθέσεις δίδου τοῖς ἀπαγγέλλουσιν.