Ancient Greek
643.41 to 643.50
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 643.41-50
Unproofread scanNot analysed yet
τύχην ὅτι καὶ γέγονεν. οὕτως ἄρα πρὸς μικρὰ βλέποντες ἄνθρωποι τὴν φύσιν οὐκ ἔχουσι διαρχή, καὶ ἄπερ ἂν μέλλῃ καθάπαξ λυσῖτελεῖν ἠγνοήσαμεν. τοιγαροῦν παραχωρεῖν ἀνάγκη τῷ κρείττονι σοφῶς ἄγοντι τὰ ἡμέτερα, κἂν ἡμῖν ἀγνοῆται τὰ δόγματα. μῆ. Μουσαίου. Ὁ λογιώτατος Παλλάδιος χρυσὸν ὅλον ἤκων ἄγων τὴν ὑμετέραν ἐπιστολήν, καὶ εἶχε μοι τὰ Κροίσου κεκόμικε τάλαντα, οὐχ ἂν οὕτως εὐμενέσιν εἶδον αὐτὸν σωκρατικῶς εἰπεῖν δαιμονίῳ τι πέφηνεν ἐναντίωμα ὀφθαλμοῖς. ἄλλοις μὲν γὰρ ἄλλος μέγα φρονεῖ, ὁ νοσήμασιν ἡμᾶς ἐξ ἄλλων ἄλλοις περιβάλλον, οἷα οἱ συμβαίνει τῆς παρουσίας ἡμᾶς ἀπολαύειν ζωῆς.