Ancient Greek
643.8
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 643.8
Unproofread scanNot analysed yet
μυρίων γὰρ ὄγλος κακῶν τῶν τῶν ἀνθρώπων οὐκ οἶδ᾽ ὅπως ἐκληρώσατο βίον· καὶ τὸν μὲν πενία παρενοχλεῖ, Λυδὸς χρυσῷ, ὁ Σπαρτιάτης τῷ δόρατι, χορδαῖ· Ἀρίων καὶ χρυσάσσιον, ἐμοὶ δὲ σμυλόγημα σὴ τε θεά καὶ γράμματα σὰ καὶ πᾶν ὅ τι ἂν ὑμῶν ἀπολαύειν ἐξῆ, ὥστε τῷ νέῳ καὶ μισθὸν ἡμεῖς ἐκ τῶν δικαίων ἀφειλόμεν, ὁν οὐκ ἀποδιδότες εἰκότως ἂν αἰσχυνθείμεθα. ὁ δὲ μισθὸς οὐ μὴ Δία χρυσὸς οὐδὲ λίθοι τινὲς Ἰνδικαὶ (οὔτε γὰρ τούτων πλουτῶ, οὔτε τούτων θηρεύσων ὁ νέος ἀφίκται), ἀλλ’ οὐδὲ λόγων κάλλος (οὐ γὰρ Μουσῶν εὐφορος ἐγώ, οὐδὲ γε τοῖς ἐξ Ἀττικῆς ἐναβρύνομαι, ταῦτα γὰρ εὐδαιμόνων εὐτύχησαν παῖδες), ἀλλ’ εἰ τὴν ἐμὴν ὅσιν ἥτις ἐστὶν ἐθέλεις σκοπεῖν, εὐνοίᾳ γε καὶ προθυμίᾳ· τούτων γὰρ κύριος ἐγώ, Δημοσθένης φησίν, τῶν δὲ ἄλλων τύχη καὶ Μούσαι πρὸς τὸ δοκοῦν αὐταῖς τὴν δωρεὰν πρυτανεύσουσι.