Ancient Greek
644.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 644.4
Unproofread scanNot analysed yet
ν’. Προκόπιος Ἠλία. Τὴν ὑμετέραν ἐπιστολὴν εἰς χεῖρας λαβὼν αὐτὸν σε παρόντα βλέπειν ἐδόκουν (οὕτω σου τὴν χάριν ἐνέθηκας ὅλην τοῖς γράμμασι) καὶ τῇ ἐπιστολῇ προσεγέλων πυκνότερον, καὶ ὡστερ ὅτε σ’ ἑόλεπον ἐνεφορούμην τῆς ἡδονῆς. εἰ δὲ μέμνησαι τῶν φίλων ἀπόντων, θαυμαστὸν ἢ παρ’ ἐλπίδας οὐδὲν ἀλλὰ τοῦτο γέγονεν, ὁ καὶ προλαβόντες ἠλπίσαμεν. ἐγὼ δὲ καὶ καθεύδων προσδιαλέγεσθαι σοι δοκῶ, καὶ πολλάκις ἀναστὰς ἠνιάθην ὅτιπερ ὄνειρος ἦν. τὸν δὲ ἑταῖρον Μέγαν, εἰ διδόναι ῥαδίως εἶχον ὅσον καὶ βούλομαι, πάντως ἂν αὐτὸν ἤδη καὶ τέλειον ἀπελήφρας καὶ ῥήτορα.