Ancient Greek
644.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 644.2
Unproofread scanNot analysed yet
μβ’. Μεγέθιος Προκοπίῳ. Ὅτε πρώτων εἰς μέσους ἡμᾶς τὸν ἐπιτάφιον λόγον παρήγες, τοσοῦτον ἠσθὴν ταῖς Ἀττικαῖς σου μελίτταις, ὥστε καὶ ἠγούμην τὸν Μουσηγέτην αὐτὸν συνεργάσασθαι σοὶ μετὰ τῶν Χαρίτων τῶν λόγων. ἐφ’ ἑκάστῳ μὲν οὖν τῶν ὀνομάτων ἐγὼ τε καὶ ὅσοι τῶν ἀκροωμένων ἐνεπλήσαμεν τὸ θέατρον βοῶντες ἑκάστοτε στεντόρεσον· ὡς δὲ κατὰ τὴν πόλιν γεγόναιμεν, ἐντεῦθεν μᾶλλον ἐπετείνετό σοι τὸ θαῦμα, καὶ ἦν ἐν τοῖς ἀπάντων στόμασι τὰ χρυσὰ σου γεννήματα, κρινόντων μὲν ταῦτα πρὸς ἀλλήλα τῷ μὴ τι παραπλήσιον εἶναι, ἀπορουμένων δὲ ποία δεῖ μᾶλλον τῶν ἄλλων στεφανωθῆναι τοῦ κάλλους· ἵσαι γὰρ προσέβαλλον αἱ χάριτες. ἐπεὶ οὖν ὅσοις δι’ ἀσχολίαν ἀνῆκόςις γενέσθαι τοῦ λόγου συμβέβηκεν ἴκτεινον ἀπογεύσασθαι δι’ ἐμοῦ τῆς Ἀττικῆς σου μελίττης, πέμπε τὸν λόγον, εὖ εἰδὼς ὡς μυρίοις αὖθις αὐτὸν καταστέφαντες τοῖς ἐγκωμίοις εἰσαύθις ἀποστελῶμεν.