Ancient Greek
652.1
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 652.1
Unproofread scanNot analysed yet
βούλεται, καὶ μιμεῖσθαι τὸν Ἕκτορα. τὸν δὲ ἑταῖρον Δορόθεον αὐτὸν μὲ δοκεῖ παρόντα προσάγειν ὑμῖν· καὶ λέγειν ἄλλο μὲν οὐδὲν, πληρῶσαι δὲ τοῦτο τὰς ἐλπίδας· αὐτὸς παρέσχε τὰ ὑμέτερα διηγούμενος. εἰ δὲ καὶ δι’ ἐμὲ τι πλέον ἔξειν ἐλπίσει, ὑμέτερον ἂν εἴη μὴ ψευσθῆναι τοῦτον τῆς γνώμης. συστῆσαι δὲ τὸν νέον ὑμῖν καὶ τρόπον ὁμοίως καὶ σπουδή, ἄπερ εἰ ἤν αὐτὸν ἄμα τῇ θέᾳ παραστήσαι σαφῆ, οὐδὲν ἂν ἴσως ἔδει τῶν ἡμετέρων γραμμάτων. νῦν δὲ δι’ ἐμὲ τὰ πρῶτα τιμήσας, ὕστερον οἶμαι θαυμάσεις καὶ δι’ αὐτόν. οἶμαι δὲ καὶ τὸν ἑταῖρον Ἀναστάσιον εὐμενεσίν ὑμᾶς ἰδεῖν ὀφθαλμοῖς, ὅς τὸ ἡμέτερον ἐπιγράφεται γένος. τί γὰρ δεῖ πλέον εἰπεῖν πρὸς ἄνδρα πάλαι τε φίλον καὶ νῦν οὐδὲν ἧττον εὐνοεῖν ἡρτημένον;