Ancient Greek
652.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 652.2
Unproofread scanNot analysed yet
ξθ. Ζαχαρία ἀδελφῷ. Ὦς ἔοικεν, ὦ λῷστε, τῶν εἰς ἡμᾶς σκιωμάτων οὐποτε παύση. μηδὲ γε παύσαιο τούτων, ὦ πάντες θεοί· ὡς ἐγὼ λεγομένων ἀκούων προσελθὼ τε τοῖς γράμμασι, καὶ πρὸς ὑμᾶς ἀφικνούμαι τῇ διανοίᾳ, καὶ λέγειν τι δοκῶ πρὸς ὑμᾶς καὶ λεγόντων ἀκούειν. ὡςτ’ εἰ σοὶ μέλει τῆς ἐν τοῖς γράμμασι χάριτος (μέλει δὲ πάντως), βάλλ’ οὖ· τω καὶ μείζονα χαρίζεσθαι δόξεις, ἢ εἰ μοι παρεῖχες Κροίσῳ γενέσθαι. κάλει δὲ πάλιν σοφιστὴν, καὶ λέγε χρότων ἐράν, ὀφρύν τε προστίθει καὶ τύρον καὶ πᾶν ὃ τι σοὶ φίλον. πολλάκις δὲ καὶ σὐφιστὴν εἰπὼν ἀπηλλάγης, ὡς ταῦτόν ὄν τοῦτο εἰπεῖν καὶ ἀλαζόνα καλέσαι. ἐγὼ δὲ τὴν μὲν ἐμὴν τέχνην οὐχ ἂν ἀρνησαίμην· εἰ δὲ ταύτης ἴδιον τὸ πρὸς ἀλαζονείαν ἐπαίρειν, καὶ σοὶ που μέτεστιν ἄγαν τῆς τέχνης, ὥστε δέδοικα μὴ ὅσον ταύτης μετέχεις, —ἀλλὰ γὰρ αἰδοῖ τῇ πρὸς σὲ σιωπήσομαι. ἴσως δὲ θαυμάσεις εἰ σοφιστὴς ὢν καὶ τὸ ἕαρ ἤδη θεώμενος, δέον ἐμπομπευσαὶ τῷ λόγῳ, εἴτα παρήλθον σιγῇ· καὶ πού ζητεῖς ἐν τοῖς γράμμασιν ἄνθη καὶ χελιδόνας καὶ θαλάττης μεταβολὴν ἡμέρον, τὸν τε Ἄδωνιν τὸν καλὸν καὶ τὴν Ἀφροδίτην ἐκείνην τὴν παραδόξως ἐρώσαν, καὶ ὅτι μὴ τὸ ῥόδον ἀκούεις καὶ τὴν ἐπ’ αὐτῷ χάριν πάλιν θαυμάσεις. ἐγὼ δὲ τοιούτων οὐδὲν ἂν εἴποιμι καὶ μάλιστα γε πρὸς σέ, μήποτε πάλιν γελάσας ἀπειρόκαλόν με καὶ σοφιστὴν ὀνομάσας.