Ancient Greek
653.5
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 653.5
Unproofread scanNot analysed yet
οβ’ Διόδωρῳ. Τοῦτο ἐκεῖνο ὃ καὶ προσδοκῶντί μοι γέγονεν. ὅμην γὰρ εὐθὺς ὡς ἐκεῖσε γενόμενος, ἀρχόντων ὁρῶν βῆμα καὶ ῥητόρων χορὸν καὶ προσφύγων ὄχλον ἐπόμενον, πληθῆσθαι μὲν αὐτίκα φρονήματος, κἂν λαλεῖν τις ἐθέλῃ, μόνον οὐχ ἀνέξει τοῦ λέγοντος· ἡμῶν δὲ λόγος ἔσται βραχύς, καὶ τί μοι τοὺς ἐν σκότῳ κεκρυμμένους ἐκεῖνους; λέξεις που πάντως περὶ ἡμῶν. εἰ δὲ καὶ χαμαὶ ἔρχομένους προσείποις, οὐδὲ τοῦτο θαυμάσαιμι. τὸ αὐτὸ καὶ προσεδόκων καὶ γέγονε τοῦτο τῶν καὶ’ ἡμᾶς ῥητόρων τὸ φρόνημα, οἱ καὶ πρόσφυγας τοὺς ἄλλους καλοῦσι, τὰ καθ’ ἑαυτοὺς ἀποσεμύνοντες πράγματα. καὶ νῦν δοκεῖς φίλους ἡμᾶς ἡρῆσθαι, τὸ πρότερον οὐχ ἀξίους κρίνας ὡσπερ εἰκός, ἀλλ’ ὅτι χρεῖτόνων ἀπορίας τοῖς παροῦσιν ἐκέχρηστο, καὶ μεταμλεῖ σοι πάντως τοῦ χρόνου, ἐν παρ’ ἡμῖν ἀναίμως διέτριβες. καὶ νῦν δέδοικα γράφων μὴ καὶ πρὸς τὴν παρ’ ἡμῶν δυσχεράνῃ ἐπιστολήν. ἐγὼ δὲ σε καλῶς πράττειν εὐξάμην ἂν κἂν δέχ πάλιν καταφρονεῖσθαι, λυπηρὸν μέν, ὅσσομεν δ’ οὖν ὅμως τῇ σῇ τύχῃ παραμυθούμενοι.