Ancient Greek
653.7
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 653.7
Unproofread scanNot analysed yet
ογ’ Ζαχαρίᾳ καὶ Φιλίππῳ. Ἦς μὲν προλαθοῦσης σωσῆς τὴν αἰτίαν ὁ χειμῶν ἀπορερέσθω τὰ εἰωθότα λυπῶν· τῆς δ' ἐντεύθεν, εἰ τις ἄρα καὶ γένοιτο, ὑμεῖς ἂν εἰκότως ὑπῆρχοτε τὰς εὐθύνας, καίτοι γε ἧλικὸν τοῖς ποθοῦσι πρᾶγμα τῶν παιδικῶν ἡ σιγή, πῶς ἂν τις παραστήσαι τοῖς μὴ πρὸς πείραν ἐλθοῦσι τοῦ πράγματος; ὑμεῖς δ' ἂν εἰδείητε πάντως τοὺς φίλους διατεθέντας ἐρωτικῶς· οὐ γὰρ ἂν τοσοῦτον φρονήσαιμι ὡς καὶ αὐτὸς οἴεσθαι παρ' ὑμῶν ἀντεράσθαι. καίτοι εὐξαίμην ἂν μοι τοῦτο γενέσθαι μᾶλλον ἢ πολλῷ χωμᾶν τῷ χρυσῷ καὶ ἡστινοσοῦν τύχης εἰς ἄκρον ἀφίχθαι· οὕτω γὰρ ἂν ἕκαστος βραχυμεῖν οὐκ ἔχων διὰ τὸν πόθον ἐμοῦ πάντως ἂν παραμυθεῖτο τὸν ἔρωτα. εἰ δὲ τοιούτω μὲν οὐδέν, ἐπεὶ δὲ σιωπήσσεσθε, κατηγορήσω μὲν ἐγὼ τοιαύτα σιγῶν, χρινεῖ δὲ τις ἐρωτικὸς δικαστής, καὶ ψηφιεῖται δ τι χολῇ παθεῖν ὑμᾶς καὶ ἀποτίσαι, μᾶλλον δὲ τὸ μὲν παθεῖν ἀπέσται, ἵνα μὴ τὸν ἐρωτῶντα με πάλιν λυπήσητε. ψηφιεῖται δὲ ὑμᾶς ἀποτίσαι τοσαύτας ἐπιστολὰς, ὥστε τῷ πλήθει τοῦ προλαβόντος χρόνου παραμυθεῖσθαι τὴν σιωπὴν.