Ancient Greek
656.1
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 656.1
Unproofread scanNot analysed yet
αζ' Τῷ αὐτῷ. "Ὦσῆς ἀπέλαυσες παρ' ἡμῶν τῆς εὐποιίας ὁ καλὸς Ζαχαρίας, αὐτὸς τε διήγῃται πολλάκις καὶ ἡμεῖς ἀκηκοάμεν, ἐδόλου δὲ καὶ τὰ ὑμέτερα γράμματα, πλὴν ἀλλὰ τῆς ἀληθείας ἐλάττονα, ὅπως ἂν, αἰμᾶι, δοξῆς τὰ χρηστὰ ποιεῖν εἰδέναι μᾶλλον ἢ λέγειν. ὅπερ οὐκ ἀπορία τοῦ λέγοντος, ἀλλὰ σώφρων αἰδὼς τὴν ἑαυτῆς ἀρετὴν ἐπικρύπτουσα. τὴν δὲ σὴν εἰς ἡμᾶς σπουδὴν καὶ πρὶν γενέσθαι πᾶσι βοῶ, καὶ ξένον οὐδὲν ἡμῖν ἀπαντᾶ· ἂ γὰρ ἂν ἐλπίσωμεν γίνεται, καὶ μεγάλης οὐσίας ἀεὶ τῆς ἐλπίδος, οὐκ ἐλέγχει ταύτην ἡ πείρα. ἐγὼ μὲν οὖν καὶ πλεῖον λέγειν βούλομαι· σὺ δὲ με παίζειν οὐκ οἶδ' ὅπως ἤδη, καὶ σιγήσομαι· τοσούτω γὰρ σου τὸ μέτριον, ὡς καὶ τὸν ἀληθῶς ἐπαινοῦντα παίζειν ἤδη. ἐγὼ δὲ οὔτε τῶν τῆς ἀληθείας ἐξίσταμαι, οὔτε ἀληθεύων τοῦ παίζειν, ἡνίκα δή μοι πρὸς τοὺς φιλοῦντας ὁ λόγος· ὥστε θάττει τοὺς ἐμοὺς ἐπαίνους, οὐδὲ γὰρ παντελῶς τῶν ἀπερριμμένων εἰ παρ' ἐμοί.