Ancient Greek
656.3
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 656.3
Unproofread scanNot analysed yet
αη' Δωροθέῳ. Δεινὸς ἄρα τις ἦσθα τὰ σμικρὰ μεγάλα ποιεῖν καὶ οἷς ἂν ἐθελῆς καὶ μοῦσαν διδόναι, καὶ τοῖς ἐπαίνοις οὐχ οἷος ἐγὼ λέγειν, ἀλλ' οἷον προσῆκει γενέσθαι. ἀλλὰ καὶ δι' ὧν μου τοὺς λόγους αὐτῶν Ἀττικόν τι φθέγγη καὶ ταῖς Χάρισιν ἀνειμέμην, πείθεις ὡς μήποτ' ἂν ἐκὼν εἶναι τοῦτους ἐκπέμψαιμι ῥόβρῳ τῷ μὴ παρὰ σοὶ κριτῇ τοὺς ἐμοὺς ἐλέγχεσθαι παίδας. τὸ γὰρ ἡμέτερον παρ' εὐνοοῦσι μὲν δικασταῖς τυχὸν ἴσως μέγα δοκεῖ, παρειξετάζειν δὲ βουλομένοις ἐναντίον δόξει. ἀλλὰ μοι γένοιτο μᾶλλον τὸ πρότερον· ὡς τὴν σὴν ἐπιστολὴν δεδιότας οἱ λόγοι «ἐὰ λανθάνειν, ὦ πάτερ »πολλάκις ἐδούων, ἐγὼ δὲ μόλις παρεμυθοῦμην οἴκοθεν οἴκαδε φοιτῆσαι ἐπαγγελλάμενος· «παρ' αὐτῷ γὰρ ἔχω τὰς Μούσας· οὐκ ἂν »ἔφην «ὑμᾶς ζητοῖν μὴ καὶ σεμνύνειν βουλόμενος. »ἐπάγεται δὲ τοῦτο πολίτης ὑμέτερος, ὃ τὰ Μουσῶν μέλει· Δωρόθεος ὄνομα αὐτῷ, καὶ Πελαγίου τοῦτον ἐπονομάζουσιν.