Ancient Greek
660.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 660.2
Unproofread scanNot analysed yet
πζ'. Κωνσταντίω. Ἐτι παρὰ τὸν Νείλον οἴκων τὴν καλὴν ἐκείνην ἐπιστολὴν ἐδεξάμην. σὼν δὲ περὶ ταύτην συνέζη, οὐ καλῶς ἂν ἔχοι σιγῆ παρελθεῖν. ὡς γὰρ ἐπέδοιχε ταύτην ὁ φέρον, προσετίθει δὲ καὶ πόθεν, πάχω τι πάθος ἐρωτικόν· βραχὺ γὰρ ἀποπλανηθεὶς τοῦ εἰκότος ἤδη σε καὶ παρεῖναι μοι πάντως ἐδόκουν. καὶ τοῖνυν «ὦ φίλατ' ἀνδρῶν »ἔφην, «ὡς ἀπὸν ἄγαν ἐλύπεις καὶ νῦν ποθοῦσιν ἀφίζει. »ὡς δὲ τοιαῦτα πολλάκις εἰπὼν τοῖς παροῦσιν ὑπομῖαν παρεῖχον τοῦ πράγματος, «καὶ δή τί πάσχεις; »ἔφησαν· «οὐ γὰρ δή σοι καὶ παρὼν ἐκεῖνος τυγχάνει. »εἰς δὲ μνήμην ἐλθὼν ἐμαυτοῦ ἠνιάθη, οἷα δή τις ἀμαρτῶν τῆς τοιαύτης ἐλπίδος, καὶ βραχὺ δακρύσας ἔγνω ὅπόσον ἔρως ἰσχύει, καὶ ὅτι πλάνη τις ἦν παραλαβοῦμένη τὸν λογισμόν. ὡς δὲ τὴν ἐπιστολὴν ἀναλύσας ἐσκόπουν, ἠσθὼν τοσσούτον ὡστε τοῦ παρόντος ἐκὼν ἀφισταμένη, «μὴ καὶ πάλιν »πολλάκις εἰπών. καὶ ὁ τῶν μελλόντων με κατήπειγε πόθος.