Ancient Greek
660.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 660.4
Unproofread scanNot analysed yet
ππ'. Οὐλπίω. Τὸν θαυμαστὸν Στρατήγιον καὶ πρότερον ἤδη φιλῶν, νῦν ἐτι καὶ μᾶλλον ἠγάπησα, διότι τῶν πρὸς ἀλλήλους ἡμῶν γραμμάτων ὑπῆρξεν ὑπόθεσις· τὴν γὰρ προτέραν σιωπὴν μεταστήσας δέδωκεν ἡμῖν εἰπεῖν τι πρὸς σε καὶ φθεγγομένου πάλιν ἀκούσαι. εἰ δὲ καὶ σοὶ καθ' ἡδονὴν τὰ ἡμέτερα γράμματα, τίμα δή τούτων τὸν αἴτιον, ἤδη μὲν ὁμὶν χάριν ὁμολογοῦντα τῆς προλαθοῦσης σπουδῆς, μᾶλλον δὲ κηρύοντα τὴν εὐεργεσίαν, εἰ πρὸς τέλος ἐνέγκοι τὴν χάριν. ἀλλ' ἐπίδειξά τι νεανικὸν κατὰ τῶν ἀδικούντων, ὅπως ἂν αἰσθῶνται πάντες ὅσους ἤρα τοὺς φίλους ἔχων ἐλάμβαννον. τὸν δὲ ὑμέτερον ἀδελφὸν καὶ πρὶν μὲν ἰδεῖν ἠπιστάμην, ἐγνώρισε γὰρ μοι πολλάκις τούτων ἡ φήμη· νυνὶ δὲ μᾶλλον ἐθαύμασα τῇ πείρα μαθὼν. καὶ τούτον ἰδὼν σὲ δι' ἑτέρου σώματος ἔχειν ἠγούμην, καὶ μακρὰν ἀπὸν δι' ἄλλης ἡμῖν εἰκόνος ἐδόκεις παρεῖναι.