Ancient Greek
663.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 663.2
Unproofread scanNot analysed yet
48. Ἐπιφανίου. Ἔτι σιγᾷς; ἐπὶ τῶν ἀπερριμμένων ἡμεῖς, οὐδὲ σε παλαιῶν ἑρώτων ἐπεισήλθεν οὐδέν; νηλεῆς σύ γε τις καὶ ἀμελῆχος. ἀνάλαβέ μοι τὴν μνήμην, ὡς οὐκ ἐπὶ τοιαύταις ἡμῶν ἀπῆρας ἐλπίσιν, ἀλλ’ ἐδάκρυες μὲν οἴμοι καὶ μόλις ἀπήλθης, γράψαι δὲ ὁμολόγεις μικροῦ δεῖν καὶ πρὶν ἐπιθῖναι τῆς γῆς. νυνὶ δὲ σιγᾷς μὲν ἔκεινα, σιωπᾷς δὲ μόνον, ἡμῶν δὲ λόγος οὐδεὶς. εἰ δὲ σιωπήσεις ἐπὶ, ἀναβοήσωμαι τι τραγικόν, «ἰὼ Ζεῦ »λέγων, «καὶ Φιλία καὶ Λόγοι, ἠδίκησε μὲν ὑμεῖς, ἠδικήσατο δὲ ἐγώ. ὁ δὲ ἀδικῶν ἤν ὅτε φίλον ἔκαλεῖ · νῦν γὰρ οὐκέτι. »