Ancient Greek
663.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 663.4
Unproofread scanNot analysed yet
49. Ἰωάννη. Εἰ τὴν φιλίαν ἐψευσμένην δείκνυσι τὸ σιγᾶν, ἀνάγκη μέχρι λόγων αὐτὴν ἀεὶ συνεστάναι, εἰ γε τούτων ἀπόντων ἐλέγχεται, οὐχὧν λείπεται καὶ τὸν δυσμενῆ φίλον ἠγεῖσθαι, μόνον εἰ φλέγγοιτο. ἀλλὰ μὴ τοιοῦτοι κριταὶ φιλίας ἡμεῖς· τί γὰρ καλοῦμε καὶ σωπόπαντα τῇ μνήμῃ τοὺς φίλους ὁρᾶν; ὅπερ ἡμῖν καὶ νῦν ἐστὶ καὶ οὐποτὲ παύσεται. λογισώμεθα δὲ μᾶλλον ὡς οὐ δέδοται πάντα πράττειν ὡς ἕκαστος βούλεται, αἱ ἐξώθεν δὲ φροντίδες τοῦ βίου καὶ τὸ τοῦ μελλόντος ἀδηλὸν ἐπικρατοῦσιν ἐφ’ ὃτε τοῦ λογισμοῦ, καὶ τὰ μὲν ἄγει, ὁ δὲ δουλεύει καὶ πείθεται. κάμωι τοίνυν, ἐπειδὴ τοῦ διδάσκειν ἐπέβην, ἀγώνας τε συγγενεῖς καὶ αἱ περὶ τούτων φροντίδες ἐς ἀρχῆς τε ἐπέθεντο καὶ μέχρι νῦν οὐκ ἀπέλιπον. ταῦτα μᾶλλον ἔχρῃν ἐνθυμεῖσθαι ἢ ἐπὶ μικροῖς ὑποπτεύειν ὡς ἡμεν ἀγαθοὶ ποτὲ πρὸς φιλίαν καὶ νῦν ἤδη πεπαύμεθα. ἀλλ’, ὦ Ζεῦ καὶ Ἔρωτες καὶ ὅσοι φιλίας ἐπόπται, πείθεσθε τοὺς ἐμοὺς κατηγόρους, ὡς οὐποτε πρὸς λήθην αὐτῶν ἀφικόμην, ἀλλὰ σύνεμι τῷ λογισμῷ καὶ λέγειν τι δοκῶ καὶ λεγομένων ἀκούειν, καὶ ὡς εἰ τούτους ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλήλημαι.