Ancient Greek
663.6
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 663.6
Unproofread scanNot analysed yet
50. Ζαχαρία καὶ Φιλίππῳ ἀδελφοῖς. «Ὅσω τῷ περὶ ὑμᾶς κεκράτημαι πόθῳ, πῶς ἂν δυναίμην παραστήσαι τῷ λόγῳ, πλὴν ἢ μὴ που παραβλήσια τυγχάνετε πεπιστευκότες; ὁ γὰρ πεποιθὼς τὰ περὶ τούτου κρίνειν ἐπίσταται. πέπεισμα δὲ τοιούτους εἶναι, καὶ νόμον διασῴζειν φιλίας ἅμα καὶ φύσεως ἐξ ὧν καὶ γράφετε καὶ παραμυθεῖσθε τοῖς γράμμασιν. ἐμοὶ δ’ οὖν ὅμως ἡπορημένῳ τῷ πάθει καὶ τοιούτῳ τι πολλάκις ἐπηλθεν εἰπεῖν. εἴθε γενοίμην Περσεύς καὶ φανείην ὑπὸ τῶν ἀέρα τέμνον καὶ ὑπὲρ τῆς θαλάσσης φερομένος, ὅπου ἂν ἅμα τε δοκῇ καὶ γίνομαι