Ancient Greek
667.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 667.2
Unproofread scanNot analysed yet
ρδ' Διοδώρω. Ὁ φέρων σοι τὴν ἐπιστολὴν οὐ νῦν πρῶτον πειραθή-σεταί τῆς εὐνοίας τῆς σῆς, ἀλλ’ ἐπὶ τὴν πρώτην διηγού-μενος δευτέραν λήψεται πείραν, ὡς δὲ δοκῶ, τάχα καὶ μείζονα· ἐκείνης μὲν γὰρ ἀπέλαυσε κηδεστῆς καλεῖσθαι μέλλον ἡμέτερος, ταύτην δὲ λήψεται καὶ δὴ πρὸς ἔργον ἐλθόν. ὁ δὲ γε μέλλωντα τοῦτον τιμήσας τίς ἂν εἴης γεγενημένον ἰδών; οἶμαι γὰρ ὡς τῶν νόμων εὐθὺς τὰ ταμεῖα κινήσεις, καὶ παραλὼβας τὴν γλῶτ-ταν κατὰ τῶν ἀδίκουντων λόγων ἐπαφήσεις πηγάς, καὶ τί γὰρ ἕτερον ἢ βήματος Ἀττικοῦ πρὸς μνήμην ἀξίας τῶν θεατῶν; ταῦτα λέγειν ἐχω, ταῦτα πάρειστιν ἐλπίζων ὁ νέος; καὶ οὐτ’ ἐγὼ ψευδολογίας ἀλώσομαι, οὔτε μάτην ἐλπίας ἐκείνος.