Ancient Greek
667.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 667.4
Unproofread scanNot analysed yet
ρε' Ζαχαρία καὶ Φιλίππῳ ἀδελφοῖς. Τὰ ὑμέτερα γράμματα καὶ τὴν εἰς ἡμᾶς εὐνοιαν ἐδήλου καὶ γνώμης οὐκ ἀπήλλακτο σώφρονος, ἐκάτε-ρον δὲ τῇ τοῦ ἕτερου προσήνυχε καθαρὸν ὑπεραίνετο· οὔτε γὰρ ὡς ποιοῦντες ἀπλῶς οὕτως ἔχειν ἡμᾶς ἐθου-λήθητε, ἀλλ’, εἰ μὴ καὶ τὸ συμφέρον προσεῖν, περιττὴν ἠγεῖσθε τὴν θέαν, οὔτε τῷ τοῦ μέλλοντος ἀδήλῳ πε-ριδεῖς γεγενοῦντες τὴν πρὸς ἡμᾶς ἰέναι πάλιν ἀπηγο-ρεύσατε, ἀλλ’ ἤν καινὸς ὁ τρόπος τῆς συμβουλῆς καὶ ῥη-τορικῇ πρέπων ἐνοία, οὔτε τὸ καλοῦν ἐμὸν θρασύ, καὶ τὴν ἀποτροπὴν ὑφρώμενος. ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ κώμου καὶ πραγμάτων ἐράν καὶ τὴν ἕτερων εὐδαι-μονίαν ζηλῶν, ὥστε καίπερ οὐ κατὰ νοῦν πράξας ἐν-ταῦθα, τοσοῦτον ὅμως ἐκαρτέρησα χρόνον. καὶ νῦν ἐπειδὴ πῆρ ἐπαγγέλλονταί μοι ποιήσεν τὰ μέτρια, οὐχ