Ancient Greek
668.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 668.2
Unproofread scanNot analysed yet
ρζ'. Διοδώρω. Ἄμυν σε τὴν τῶν μαρτύρων παρ’ ἡμῖν ἐπιτελεῖσαι πανηγυρίαν καὶ διδόναι μόλις ἡμῖν εὐτυχῆσαι τῇ θέᾳ, σὺ δὲ κἂν ἕναρ ἰδὼς τὸν Μαῖουμᾶν, ὡς ἔοικε, δυσχεραίνεις καὶ τὸν οἴωνόν δειδιὼς ἀποσπᾷς τὴν ἡμέραν χαλεπῆς. οὕτω σοι πάλαι καὶ πόρρωθεν τὸ μῖσος ἐνέστακται, ὡς διὰ τοῦτο μηδὲ τοὺς φίλους θέλειν ὁρᾶν, καὶ διελέγχεις τὸν χρόνον αὐξεν τὸν θυμὸν μᾶλλον ἢ διελέγχειν εἰδότα. ταῦτα προύλεγον ἀεί, ταῦτα καὶ γέγονεν· ὁρῶν γὰρ σε διὰ τοὺς λυπουμένους καὶ τὸν τόπον ἀποστρεφόμενον, «ἰοῦ ἰοῦ »πολλάκις ἔφην, ὡς «ἀπας ἡμῶν ἀπαλλαγείς οὐκ ἐθελήσεις αὐτὸς ὁρᾶν. »ἀλλ’ οὐδὲ Ἀχιλλεὺς τοσοῦτον χρόνον ἐθυμοῦτο τοῖς Ἀχαιοῖς, ἀλλὰ λυπήσας ἀπὼν εἷξεν αὐτοῖς ὡς ἔδει καὶ μετεδάλετο. γάριν δ’ οὖν ὅμως οἶδα τῇ τύχῃ ὅτι μὴ Θέτιν ἔχεις μητέρα· πάλαι γὰρ ἂν ἡξίω καὶ ἀπωλώλειμεν.