Ancient Greek
668.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 668.4
Unproofread scanNot analysed yet
ρζ'. Εὐηναίω. Τοῖς περὶ Ζωναῖον τὴν ἐμὴν εὔνοιαν ἐνεποιεῖτε τὸ μὲν πρῶτον ὑμεῖς, μετὰ δὲ τὴν πείραν τῶν νέων ἡ φύσις· καὶ τῶν πρώτων διὰ σὲ τυχόντες, τὸ τελευταῖον οὕτω μοι δι’ αὐτοὺς ἐνεποιῶν τὸν ἔρωτα· κοσμεῖ γὰρ αὐτῶν τὸν μὲν τρόπον σπουδή, τὴν δὲ σπουδὴν οὐκ ἐλέγχειν οἷδεν ἡ φύσις, ὡστε εἰ μὴ προμηθούσας ἐτυχες, ἴσως ἂν ἐμαντευσάμην ὡς πρὸς σὲ τὸ γένος ἀνάπτουσι, τῷ χαρακτῆρι τῆς φύσεως στοιχάμενος. ἀλλ’ εὖ γε τοῦ σοῦ γένους εἰ τὰ τοιαῦτα τίκτειν ἐπίσταται. τὴν μὲν οὖν ἐμὴν γνώμην ἐπτερωμένην ἴσθι τοῖς νέοις· εἰ δὲ καὶ δύναμαι ὑπουργοῦσαν ἐ/ω τῇ προθυμίᾳ, θεῶν ἐν γούνασι κείσθω.