Ancient Greek
671.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 671.2
Unproofread scanNot analysed yet
ρδ’. Στεφάνῳ. Ἐτι σιγᾷς; ἐτι τῶν ἡμελημένων ἡμεῖς; καὶ μήν πάλαι γε πυκνοῖς ἡμᾶς εἶχες τοῖς γράμμασιν, καὶ ἤν ἡδίστον τι χρήμα φθεγγομένου πολλάκις ἀκούειν. ἀλλὰ νῦν ἐξαίφνης σιγᾷς καὶ τῆς ἡδονῆς ἐστερήθης. τοιαῦτα τῶν χρηστῶν βιβλίων ἀπέλαυσας· ζητῶν γὰρ ἐκεῖνα καὶ τὸν πάντων μοι φίλτατον προσπολοῦσαι δοκῶν· σὺ δὲ μάλιστα μὲν καὶ τὸ βιβλίον ἀπόστελλον καὶ τῆς πρὶν εὐνοίας ἀπολίπης μηδέν· εἰ δὲ μή, τὸ γοῦν φίλους εἶναι διαμενέτω· δοξῶ γὰρ οὕτω πεπονθέναι μηδέν. δήλωσον δὲ μοι καὶ ὅπως ὑμῖν ἔχει τὸ φροντιστήριον, καὶ εἰ πλῆθος ὁμιλητῶν σοι περιφράττει τὸ θέατρον, καὶ, τὸ δὴ μέγιστον, εἰ πλοῦτ’ ἠκομάχας καὶ σοὶ τις Πακτωλὸς τὴν οἰκίαν ἐπέκλυσε. ταῦτά σοι γινέσθω, καὶ τὸ βιβλίον ἐσχήκαμεν καὶ σοὶ λοιπὸν εἰς χιλιάδας ἀριθμεῖται τὸ νόμισμα.