Ancient Greek
671.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 671.4
Unproofread scanNot analysed yet
ρκε’. Σαβίνῳ. Ἐπὶ τοῖς ἐρώσιν ἡμέρα μία πρὸς γῆρας ἄρκει, οὐχ ἂν φθάνοις ἀριθμῶν ὅποσα δὴ γεγηράχαμεν. πάλαι μὲν γὰρ ἡμεν εὐδαίμονες σὲ τε ὁρῶντες καὶ τῶν σῶν ἀντεχομένοι· καὶ ἤν ἡμῖν πάντα χρηστά, ὅμως ἡδίστη, λόγοι κατακλῶντες τὴν ἀκοήν, γνώμη χορηγοῦσα τὴν εὐνοιαν· καὶ ὅ τι τις ἐπόθει καλόν, ἤρκει πρὸς σὲ μόνον ἰδεῖν. ἀλλὰ νῦν ἐξαίφνης ἐρήμοι πάντων ἡμεῖς, ὅθεν ἤπορῶμαι, καὶ τὸν μῦθον ἐρῶ καὶ Περσεύς· ἐκεῖνος εὐξαίμην γενέσθαι· τάχα γὰρ ἂν ἐξεῖν μοι μιχρόν ἀναπολωμένῳ παραμυθεῖσθαι τὸν ἔρωτα. ἀλλὰ τῇ μοι ταῦτα φίλος διελέξατο θυμός; ἰδοὺ γὰρ με καὶ πτεροῖς ὁ πόθος ἀνέπλεσε καὶ Περσεὺς καὶ μῦθος γεγένημαι καὶ ὅσα γε ποθοῦσα διάνοια ῥαδίως ἀναπλάττειν ἐθέλει. ἤδη δὲ σε καὶ ὄναρ ἥσθην ἰδών, καὶ ἀναστάς εὐθὺς παρεμυθοῦμην τῇ θεί. εἰ δὲ ποιῶν τὸν φέροντα τὴν ἐπιστολὴν ἐμοὶ τε χαρῖν καὶ δεδαιώσεις ἤν ἔχων ἐτύγχανε γνώμην, ὡς εἰ δεξαιο γράμματα παρ’ ἡμῶν, οὐδὲν ὅ τι μὴ ῥαδίως ποιήσεις.