Ancient Greek
679.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 679.4
Unproofread scanNot analysed yet
Περιτὸν οἴμαι γράφειν πρὸς ἄνδρα τὴν πρὸς ἡμᾶς λοιπὸν ὀνειροπολοῦντα καταγωγὴν, ὅπως ἄρῃ τὸν ὑμέναιον καὶ γένηται νυμφίος παρθένου καλῆς· δίκαιον γὰρ ἐρωντὶ χαρίσασθαι τῆς ἐρωμένης τὸν ἐπαῖνον, δι' ἣν ἄπὸν τῷ σώματι ἐρωτικὰ τῇ καρδίᾳ πηδῆς καὶ πρὸς ἡμᾶς ἀνεπτῶσαι, καὶ τὰ παρόντα σοὶ μικρὰ τῆς παρ' ἀνθρώποις εὐδαιμονίας ὄντα γνωρίσματα, μόνη δέ σοι πόλις τῶν σῶν παιδικῶν γαμφίων εἶναι δοκεῖ καὶ τοῦ Βυζαντίου τάχα σεμνότερον. καὶ δέδοικα μὴ τοῦ πόθου πολλοῦ ῥέυσαντος μηδὲ τοῖς φίλοις χαίρειν εἴπῃν ἐξαιρήνης στέλλῃ πρὸς ἡμᾶς, τοῦ πολλοῦ τοῦ μήκους μεμφόμενος. ἀλλὰ ταῦτα μὲν παιζόντων, ἐπανήκοις δὲ ποτὲ σώφρονι λογισμῷ πρὸς παίδων γονὴν ἐπειγόμενος.